Saturday, June 09, 2007

περὶ τοῦ θανάτου οἱ ποιηταί

μάχονται αἱ περὶ τοῦ θανάτου ἔννοιαι αἵδε·

πάντες τῷ θανάτῳ τηρούμεθα καὶ τρεφόμεσθα
    ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.
      — Palladas AP.10.85


ἐναντίον

ἀλλ’ ἔσθ’ ὁ θάνατος λοῖσθος ἰατρὸς νόσων.
      — Soph. frag. 698


καὶ

ὦ θάνατε παιάν, μή μ’ ἀτιμάσῃς μολεῖν·
μόνος γὰρ εἶ σὺ τῶν ἀνηκέστων κακῶν
ἰατρός, ἄλγος δ’ οὐδὲν ἅπτεται νεκροῦ.
      — Aesch. frag. 255 Nauck


οὐκ οἶδα πότερον αὗται διὰ τὸ ἦθος διαφέρονται τῶν ποιητῶν ἢ διὰ τὴν γενεάν.

No comments: